0345-0407 - Iohannes Chrysostomus - De sanctis martyribus [2]
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De sanctis martyribus

[00001]    ΕΓΚΩΜΙΟΝ Εἰς τοὺς ἁγίους πάντας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας.

50.705

[00002]    αʹ.

[00003]    Ἐξ οὗ τὴν ἱερὰν πανήγυριν τῆς Πεντηκοστῆς ἐπετελέσαμεν, οὔπω παρῆλθεν ἡμερῶν ἑπτὰ ἀριθμὸς, καὶ πάλιν κατέλαβεν ἡμᾶς μαρτύρων χορὸς, μᾶλλον δὲ μαρτύρων παρεμβολὴ καὶ παράταξις, τῆς παρεμβολῆς τῶν ἀγγέλων, ἣν ὁ πατριάρχης εἶδεν Ἰακὼβ, [50.706] κατ' οὐδὲν οὖσα χείρων, ἀλλ' ἐφάμιλλος αὐτῆς καὶ ἴση.

[00004]    Μάρτυρες γὰρ καὶ ἄγγελοι τοῖς ὀνόμασι διεστήκασι μόνον, τοῖς δὲ ἔργοις συνάπτονται·

[00005]    τὸν οὐρανὸν οἰκοῦσιν ἄγγελοι, ἀλλὰ καὶ οἱ μάρτυρες·

[00006]    ἀγήρατοι [50.707] καὶ ἀθάνατοί εἰσιν ἐκεῖνοι, τοῦτο καὶ οἱ μάρτυρες ἕξουσιν.

[00007]    Ἀλλὰ καὶ ἀσώματον ἔλαχον ἐκεῖνοι φύσιν;

[00008]    Καὶ τί τοῦτο;

[00009]    οἱ γὰρ μάρτυρες εἰ καὶ σῶμα περίκεινται, ἀλλ' ἀθάνατον·

[00010]    μᾶλλον δὲ καὶ πρὸ τῆς ἀθανασίας ὁ τοῦ Χριστοῦ θάνατος τῆς ἀθανασίας μᾶλλον καλλωπίζει τὰ σώματα.

[00011]    Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ χορῷ τῶν ἄστρων κοσμούμενος, ὡς τὰ σώματα τῶν μαρτύρων λαμπρῷ τῷ χορῷ τῶν τραυμάτων κοσμούμενα.

[00012]    Ὥστε ἐπειδὴ ἀπέθανον, διὰ τοῦτο μάλιστα πλεονεκτοῦσι, καὶ πρὸ τῆς ἀθανασίας ἔλαβον τὰ βραβεῖα, ἀπὸ τοῦ θανάτου στεφανωθέντες.

[00013]    Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, περὶ τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων, φησὶν ὁ ∆αυΐδ·

[00014]    ἀλλὰ καὶ τὸ βραχὺ τοῦτο παραγενόμενος ὁ Χριστὸς ἀπέδωκε, θανάτῳ θάνατον καταδικάσας.

[00015]    Ἐγὼ δὲ οὐκ ἐντεῦθεν διισχυρίζομαι, ἀλλ' ὅτι καὶ τὸ ἐλάττωμα τοῦτο τοῦ θανάτου πλεονέκτημα γέγονεν·

[00016]    εἰ γὰρ μὴ εἶεν θνητοὶ, οὐκ ἂν ἐγένοντο μάρτυρες·

[00017]    ὥστε εἰ μὴ θάνατος ἦν, οὐδὲ στέφανος ἦν·

[00018]    εἰ μὴ τελευτὴ ἦν, οὐκ ἦν μαρτύριον·

[00019]    εἰ μὴ θάνατος ἦν, οὐκ ἠδύνατο Παῦλος λέγειν, Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ·

[00020]    εἰ μὴ θάνατος καὶ φθορὰ ἦν, οὐκ ἠδύνατο λέγειν ὁ αὐτός·

[00021]    Χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου.

[00022]    Ὥστε μὴ ἀλγῶμεν, ὅτι ἐγενόμεθα θνητοὶ, ἀλλ' εὐχαριστῶμεν, ὅτι ἀπὸ τοῦ θανάτου ἠνεῴχθη ἡμῖν τὸ στάδιον τοῦ μαρτυρίου·

[00023]    ἀπὸ τῆς φθορᾶς ἐλάβομεν ὑπόθεσιν τῶν βραβείων·

[00024]    ἐντεῦθεν ἔχομεν ἀφορμὴν τῶν παλαισμάτων.

[00025]    Ὁρᾷς σοφίαν Θεοῦ, πῶς τὸ μέγιστον τῶν κακῶν, τὸ κεφάλαιον τῆς ἡμετέρας συμφορᾶς, ὅπερ εἰσήγαγεν ὁ διάβολος, τὸν θάνατον λέγω, τοῦτον εἰς τιμὴν καὶ δόξαν ἡμετέραν μετέβαλε, διὰ τοῦτο πρὸς τὰ τοῦ μαρτυρίου βραβεῖα τοὺς ἀθλητὰς ἄγων;

[00026]    Τί οὖν;

[00027]    εὐχαριστήσομεν τῷ διαβόλῳ διὰ τὸν θάνατον;

[00028]    Μὴ γένοιτο! οὐ γὰρ τῆς ἐκείνου γνώμης τὸ κατόρθωμα, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας τὸ χάρισμα·

[00029]    ἐκεῖνος εἰσήγαγεν ἵνα ἀπολέσῃ, καὶ πρὸς τὴν γῆν ἐπαναγαγὼν πᾶσαν ἐκκόψῃ σωτηρίας ἐλπίδα·

[00030]    ὁ Χριστὸς δὲ αὐτὸ λαβὼν μετέστρεψε, καὶ εἰς τὸν οὐρανὸν ἡμᾶς δι' αὐτοῦ πάλιν ἀνήγαγε.

[00031]    Μηδεὶς οὖν ἡμῶν καταγινωσκέτω, εἰ χορὸν καὶ παράταξιν ἐκάλεσα τῶν μαρτύρων τὸ πλήρωμα, δύο ἐναντία ὀνόματα ἑνὶ πράγματι τιθείς·

[00032]    χορὸς γὰρ καὶ παράταξις ἐναντία, ἀλλ' ἐνταῦθα συνῆλθον ἀμφότερα·

[00033]    καὶ γὰρ ὥσπερ χορεύοντες ἐπὶ τὰς βασάνους ᾔεσαν μεθ' ἡδονῆς, καὶ ὥσπερ πολεμοῦντες οὕτως ἀνδρείαν πᾶσαν καὶ καρτερίαν ἐπεδείξαντο, καὶ τῶν ἐναντίων ἐκράτησαν.

[00034]    Ἂν μὲν τῶν γινομένων τὴν φύσιν ἴδῃς, μάχη καὶ πόλεμος καὶ παράταξις τὰ γινόμενα·

[00035]    ἂν δὲ τὴν γνώμην τῶν γινομένων ἐξετάσῃς, χοροὶ καὶ θαλίαι καὶ πανηγύρεις καὶ μεγίστη ἡδονὴ τὰ τελούμενα.

[00036]    Βούλει μαθεῖν ὡς πολέμου ταῦτα φρικωδέστερα;

[00037]    τὰ τῶν μαρτύρων λέγω.

[00038]    Τί ποτέ ἐστιν ἐν τῷ πολέμῳ τὸ φρικτόν;

[00039]    Στρατόπεδα ἕστηκεν ἑκατέρωθεν [50.708] περιπεφραγμένα, ἀπολάμποντα τοῖς ὅπλοις, καὶ τὴν γῆν καταυγάζοντα, νέφη βελῶν ἀφίεται πανταχόθεν ἀποκρύπτοντα τὸν ἀέρα τῷ πλήθει, ῥύακες αἱμάτων ἐπὶ τῆς γῆς φέρονται, καὶ πολλὰ πανταχοῦ τὰ πτώματα καθάπερ ἐν ἀμητῷ ἀσταχύων, οὕτω τῶν στρατιωτῶν ἐπαλλήλων καταφερομένων.

[00040]    Φέρε οὖν ἀπ' ἐκείνων ἐπὶ ταύτην ἀγάγω σε τὴν μάχην.

[00041]    Καὶ ἐνταῦθα δύο παρατάξεις, ἡ μὲν τῶν μαρτύρων, ἡ δὲ τῶν τυράννων·

[00042]    ἀλλ' οἱ μὲν τύραννοί εἰσι καθωπλισμένοι, οἱ δὲ μάρτυρες γυμνῷ τῷ σώματι μάχονται, καὶ ἡ νίκη τῶν γυμνῶν, οὐ τῶν καθωπλισμένων γίνεται.

[00043]    Τίς οὐκ ἂν ἐκπλαγείη, ὅτι ὁ μαστιζόμενος περιγίνεται τοῦ μαστίζοντος, ὁ δεδεμένος τοῦ λελυμένου, ὁ κατακαιόμενος τοῦ καίοντος, ὁ ἀποθνήσκων τοῦ ἀναιροῦντος;

[00044]    Εἶδες πῶς ταῦτα ἐκείνων φρικωδέστερα;

[00045]    Ἐκεῖνα μὲν εἰ καὶ φοβερὰ, ἀλλὰ κατὰ φύσιν γίνεται·

[00046]    ταῦτα δὲ πᾶσαν ὑπερβαίνει φύσιν, καὶ πᾶσαν πραγμάτων ἀκολουθίαν, ἵνα μάθῃς ὅτι τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὰ κατορθούμενα.

[00047]    Καίτοι τί τῆς μάχης ταύτης ἀδικώτερον;

[00048]    τί τῶν παλαισμάτων παρανομώτερον;

[00049]    Ἐν μὲν γὰρ τοῖς πολέμοις ἀμφότεροι φράττονται οἱ μαχόμενοι·

[00050]    ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν γυμνὸς, ὁ δὲ καθώπλισται·

[00051]    ἐν τοῖς ἀγῶσι πάλιν ἀμφοτέροις ἔξεστι τὰς χεῖρας ἀνταίρειν, ἐνταῦθα δὲ ὁ μὲν δέδεται, ὁ δὲ μετ' ἐξουσίας ἐπάγει τὰς πληγὰς, καὶ καθάπερ ἐκ τυραννίδος τινὸς ἑαυτοῖς μὲν τὸ κακῶς ποιεῖν ἀποκληρώσαντες οἱ δικάζοντες, τοῖς δικαίοις δὲ μάρτυσι τὸ πάσχειν κακῶς ἀπονείμαντες, οὕτω συμπλέκονται τοῖς ἁγίοις, καὶ οὐδὲ οὕτως αὐτῶν περιγίνονται, ἀλλὰ μετὰ τὴν ἀνώμαλον ταύτην μάχην ἡττηθέντες ἀναχωροῦσι·

[00052]    καὶ ταυτὸν γίνεται οἷον ἂν εἴ τις πολεμιστὴν ἄνθρωπον εἰς πόλεμον εἰσαγαγὼν, καὶ τοῦ δόρατος τὴν αἰχμὴν ἀποκόψας, καὶ τὸν θώρακα ἀποδύσας, οὕτω κελεύῃ γυμνῷ τῷ σώματι μάχεσθαι, ὁ δὲ πληττόμενος καὶ παιόμενος καὶ πάντοθεν μυρία δεχόμενος τραύματα τρόπαιον στήσειε.

[00053]    Καὶ γὰρ τοὺς μάρτυρας γυμνοὺς ἄγοντες, καὶ τὰς χεῖρας ὀπίσω δήσαντες καὶ πάντοθεν παίοντες καὶ καταξαίνοντες, οὕτως ἡττῶντο·

[00054]    οἱ δὲ τὰ τραύματα δεχόμενοι, τὸ κατὰ τοῦ διαβόλου τρόπαιον ἔστησαν.

[00055]    Καὶ καθάπερ ἀδάμας πληττόμενος αὐτὸς μὲν οὐκ ἐνδίδωσιν, οὐδὲ μαλάσσεται, τὸν δὲ παίοντα διαλύει σίδηρον·

[00056]    οὕτω δὴ καὶ αἱ ψυχαὶ τῶν ἁγίων, τοσούτων ἐπαγομένων βασάνων, αὐταὶ μὲν οὐδὲν ἔπασχον δεινὸν, τῶν δὲ παιόντων τὴν δύναμιν καταλύουσαι, αἰσχρῶς καὶ καταγελάστως ἡττηθέντας ἐκ τῶν ἀγώνων ἐξέπεμπον μετὰ πολλὰς καὶ ἀφορήτους πληγάς.

[00057]    Καὶ γὰρ προσέδησαν αὐτοὺς τῷ ξύλῳ, καὶ τὰς πλευρὰς διώρυττον, ἐμβαθύνοντες αὔλακας, καθάπερ γῆν ἀροτριῶντες, ἀλλ' οὐ σώματα σχίζοντες·

[00058]    καὶ ἦν ἰδεῖν λαγόνας ἀναπεπετασμένας, πλευρὰ ἀνεῳγότα, στήθη διεῤῥηγμένα, καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἔστησαν οἱ αἱμοβόροι θῆρες ἐκεῖνοι, ἀλλὰ ἀπὸ τοῦ ξύλου καθελόντες ὑπὲρ τῶν ἀνθράκων ἐπὶ σιδηρᾶς κλίμακος ἔτεινον·

[00059]    καὶ ἦν ἰδεῖν πάλιν πικρότερα τῶν προτέρων θεάματα, διπλᾶς καταφερομένας σταγόνας ἐκ τῶν σωμάτων, τὰς μὲν τοῦ αἵματος ῥέοντος, τὰς δὲ τῶν σαρκῶν τηκομένων·

[00060]    οἱ δὲ ἅγιοι καθάπερ ἐπὶ ῥόδων κείμενοι τῶν ἀνθράκων, οὕτω μεθ' ἡδονῆς τὰ γινόμενα ἐθεώρουν.

[00061]    βʹ.

[00062]    Σὺ δὲ ἀκούσας κλίμακα σιδηρᾶν, ἀναμνήσθητι κλίμακος νοητῆς, ἣν εἶδεν ὁ πατριάρχης Ἰακὼβ ἀπὸ γῆς εἰς οὐρανὸν τεταμένην·

[00063]    δι' ἐκείνης κατέβαινον ἄγγελοι, διὰ ταύτης δὲ ἀναβαίνουσι μάρτυρες·

[00064]    ἑκατέρᾳ δὲ ὁ Κύριος ἐπεστήρικτο.

[00065]    Οὐκ ἂν ἤνεγκαν τὰς ὀδύνας οἱ ἅγιοι οὗτοι, εἰ μὴ ταύτῃ ἐπηρείδοντο.

[00066]    Ἀλλὰ δι' ἐκείνης μὲν ἀναβαίνουσι καὶ καταβαίνουσιν ἄγγελοι, διὰ ταύτης δὲ ὅτι ἀναβαίνουσι καὶ μάρτυρες παντί που δῆλον.

[00067]    Τί δήποτε;

[00068]    Ὅτι ἐκεῖνοι μὲν πρὸς διακονίαν ἀποστέλλονται τῶν μελλόντων κληρονομεῖν σωτηρίαν, οὗτοι δὲ καθάπερ ἀθληταὶ καὶ στεφανῖται ἀπαλλαγέντες τῶν ἀγώνων ἀπῆλθον λοιπὸν πρὸς τὸν ἀγωνοθέτην.

[00069]    Ἀλλὰ γὰρ μὴ ἁπλῶς ἀκούωμεν τὰ λεγόμενα, ἀκούοντες, ὅτι ἄνθρακες ὑπέκειντο καταξανθεῖσι τοῖς σώμασιν, ἀλλ' ἐννοήσωμεν τίνες ἐσμὲν πυρετοῦ κατασκήψαντος·

[00070]    ἀβίωτον εἶναι νομίζομεν τὸν βίον, ἀλύομεν, δυσανασχετοῦμεν, καθάπερ παιδία μικρὰ δυσχεραίνομεν, τῆς γεέννης οὐδὲν ἔλαττον νομίζοντες ἐκεῖνο τὸ πῦρ·

[00071]    οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων, καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων, ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι.

[00072]    Εἴδετε πολλάκις ὑπὸ τὴν ἕω τὸν ἥλιον ἀνίσχοντα, καὶ κροκοειδεῖς ἀφιέντα ἀκτῖνας;

[00073]    τοιαῦτα ἦν τῶν ἁγίων τὰ σώματα, ὥσπερ τινῶν ἀκτίνων κροκοειδῶν, τῶν ῥυάκων τοῦ αἵματος πανταχόθεν αὐτοὺς περιῤῥεόντων, καὶ τὸ σῶμα αὐτῶν καταυγαζόντων πολλῷ μᾶλλον ἢ τὸν οὐρανὸν ἥλιος.

[00074]    Τοῦτο τὸ αἷμα ἄγγελοι μὲν ὁρῶντες ἐτέρποντο, δαίμονες ἔφριττον, καὶ αὐτὸς δὲ ὁ διάβολος ἔτρεμεν.

[00075]    Οὐ γὰρ αἷμα ἦν ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' αἷμα σωτήριον, αἷμα ἅγιον, αἷμα τῶν οὐρανῶν ἄξιον, αἷμα διηνεκῶς τὰ καλὰ τῆς Ἐκκλησίας ἄρδον φυτά.

[00076]    Εἶδε τὸ αἷμα, καὶ ἔφριξεν ὁ διάβολος·

[00077]    ἀνεμνήσθη γὰρ ἑτέρου αἵματος ∆εσποτικοῦ·

[00078]    δι' ἐκεῖνο τὸ αἷμα τοῦτο ἔῤῥευσεν·

[00079]    ἐξ οὗ γὰρ ἐνύγη ἡ πλευρὰ τοῦ ∆εσπότου, μυρίας ὁρᾷς λοιπὸν πλευρὰς νυττομένας.

[00080]    Τίς γὰρ οὐ μεθ' ἡδονῆς ἀποδύσαιτο πολλῆς πρὸς τοὺς ἀγῶνας τούτους, μέλλων κοινωνεῖν δεσποτικῶν παθημάτων, καὶ συμμορφοῦσθαι τῷ θανάτῳ τοῦ Χριστοῦ;

[00081]    Ἀρκοῦσα γὰρ αὕτη ἡ ἀντίδοσις, καὶ τῶν πόνων πολὺ πλείων ἡ τιμὴ, καὶ ὑπερβαίνουσα τοὺς ἄθλους ἡ ἀμοιβὴ, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν.

[00082]    Μὴ τοίνυν φρίττωμεν ἀκούοντες, ὅτι ὁ δεῖνα ἐμαρτύρησεν, ἀλλὰ φρίττωμεν ἀκούοντες, ὅτι ὁ δεῖνα κατεμαλακίσθη, καὶ ἔπεσε τοιούτων προκειμένων ἐπάθλων.

[00083]    Εἰ δὲ βούλει καὶ τῶν μετὰ ταῦτα ἀκοῦσαι, λόγος μὲν οὐδεὶς παραστῆσαι δύναται·

[00084]    Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·

[00085]    οὐδεὶς δὲ ἀνθρώπων οὕτως αὐτὸν ἠγάπησεν ὡς οἱ μάρτυρες.

[00086]    Οὐ μὴν ἐπειδὴ καὶ λόγον καὶ διάνοιαν ὑπερβαίνει τῶν ἀποκειμένων ἀγαθῶν τὸ μέγεθος, διὰ τοῦτο σιγήσομεν, ἀλλ' ὡς οἷόν τε καὶ εἰπεῖν ἡμῖν καὶ ὑμῖν ἀκοῦσαι, πειρασόμεθα ὑμῖν ἀμυδρῶς ἐνδείξασθαι τὴν ἐκεῖ διαδεξομένην αὐτοὺς [50.710] μακαριότητα·

[00087]    σαφῶς γὰρ αὐτοὶ μόνοι εἴσονται, οἱ διὰ τῆς πείρας ταύτης ἀπολαύοντες.

[00088]    Τὰ μὲν γὰρ δεινὰ ταῦτα καὶ ἀφόρητα ἐν βραχείᾳ καιροῦ ῥοπῇ πάσχουσιν οἱ μάρτυρες·

[00089]    μετὰ δὲ τὴν ἐντεῦθεν ἀπαλλαγὴν εἰς οὐρανοὺς ἀναβαίνουσιν, ἀγγέλων αὐτοῖς προηγουμένων, καὶ ἀρχαγγέλων δορυφορούντων·

[00090]    οὐ γὰρ αἰσχύνονται τοὺς συνδούλους, ἀλλὰ πάντα ἂν εἵλοντο δι' αὐτοὺς ποιῆσαι, ἐπειδὴ κἀκεῖνοι πάντα εἵλοντο παθεῖν διὰ τὸν αὑτῶν ∆εσπότην Χριστόν.

[00091]    Ἐπειδὰν δὲ ἀναβῶσιν εἰς τὸν οὐρανὸν, πᾶσαι ἐκεῖναι αἱ ἅγιαι δυνάμεις συντρέχουσιν.

[00092]    Εἰ γὰρ ἀθλητῶν ξένων ἐπιδημούντων τῇ πόλει, πᾶς ὁ δῆμος περιῤῥεῖ πανταχόθεν, καὶ κυκλώσαντες αὐτοὺς καταμανθάνουσι τῶν μελῶν τὴν εὐεξίαν, πολλῷ μᾶλλον τῶν ἀθλητῶν τῆς εὐσεβείας εἰς οὐρανοὺς ἀναβάντων, συντρέχουσιν οἱ ἄγγελοι, καὶ πᾶσαι αἱ ἄνω δυνάμεις πάντοθεν περιῤῥέουσι καταμανθάνουσαι τούτων τὰ τραύματα, καὶ καθάπερ τινὰς ἀριστέας ἐκ πολέμου καὶ μάχης ἐπανελθόντας μετὰ πολλὰ τρόπαια καὶ νίκας, οὕτω μεθ' ἡδονῆς δεξιοῦνται πάντας αὐτοὺς, καὶ ἀσπάζονται·

[00093]    εἶτα ἄγουσιν αὐτοὺς μετὰ πολλῆς δορυφορίας πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, ἐπὶ τὸν θρόνον ἐκεῖνον τὸν πολλῆς δόξης γέμοντα, ἔνθα τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ.

[00094]    Ἐλθόντες δὲ ἐκεῖ καὶ προσκυνήσαντες τὸν ἐπὶ τοῦ θρόνου καθήμενον, πλείονος παρὰ τοῦ ∆εσπότου μᾶλλον ἢ τῶν ὁμοδούλων ἀπολαύουσι φιλοφροσύνης.

[00095]    Οὐ γὰρ ὡς δούλους αὐτοὺς δέχεται καίτοι καὶ τοῦτο μεγίστη τιμὴ, καὶ ἧς ἴσον οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ὡς φίλους αὐτοῦ·

[00096]    Ὑμεῖς γὰρ, φησὶ, φίλοι μου ἐστέ·

[00097]    καὶ μάλα εἰκότως·

[00098]    αὐτὸς γὰρ εἶπε πάλιν·

[00099]    Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.

[00100]    Ἐπειδὴ οὖν τὴν μεγίστην ἀγάπην ἐπεδείξαντο, δεξιοῦται τούτους, καὶ ἀπολαύουσι τῆς δόξης ἐκείνης, κοινωνοῦσι τῶν χορῶν, καὶ μετέχουσι τῶν μελῶν τῶν μυστικῶν.

[00101]    Εἰ γὰρ ἐν σώματι ὄντες κατὰ τὴν τῶν μυστηρίων κοινωνίαν εἰς ἐκεῖνον ἐτέλουν τὸν χορὸν, μετὰ τῶν Χερουβὶμ τὸν τρισάγιον ὕμνον ψάλλοντες, καθάπερ ὑμεῖς ἴστε οἱ μυηθέντες, πολλῷ μᾶλλον νῦν τοὺς συγχορευτὰς ἀπολαβόντες μετὰ πολλῆς τῆς παῤῥησίας κοινωνοῦσι τῆς εὐφημίας ἐκείνης.

[00102]    Ἆρα οὐκ ἐφρίττετε πρὸ τούτου τὸ μαρτύριον;

[00103]    ἆρα οὐκ ἐπιθυμεῖτε νῦν τοῦ μαρτυρίου;

[00104]    ἆρα οὐκ ἀλγεῖτε νῦν, ὅτι οὐ πάρεστι καιρὸς μαρτυρίου;

[00105]    Ἀλλὰ καὶ γυμναζώμεθα εἰς καιρὸν μαρτυρίου.

[00106]    Κατεφρόνησαν ἐκεῖνοι ζωῆς·

[00107]    καταφρόνησον σὺ τρυφῆς·

[00108]    ἔῤῥιψαν ἐκεῖνοι τὰ σώματα τῷ πυρί·

[00109]    ῥῖψον σὺ χρήματα νῦν ἐν ταῖς χερσὶ τῶν πενήτων·

[00110]    κατεπάτησαν ἐκεῖνοι τοὺς ἄνθρακας·

[00111]    σβέσον σὺ τῆς ἐπιθυμίας τὴν φλόγα.

[00112]    Φορτικὰ ταῦτα, ἀλλὰ καὶ ἐπικερδῆ.

[00113]    Μὴ τὰ παρόντα ὅρα τὰ ἐπαχθῆ, ἀλλὰ τὰ μέλλοντα χρηστὰ, μὴ τὰ ἐν χερσὶ δεινὰ, ἀλλὰ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, μὴ τὰ παθήματα, ἀλλὰ τὰ βραβεῖα, μὴ τοὺς πόνους, ἀλλὰ τοὺς στεφάνους, μὴ τοὺς ἱδρῶτας, ἀλλὰ τὰς ἀμοιβὰς, μὴ τὰς ἀλγηδόνας, ἀλλὰ τὰς ἀντιδόσεις, μὴ τὸ καιόμενον [50.711] πῦρ, ἀλλὰ τὴν προκειμένην βασιλείαν, μὴ τοὺς περιεστῶτας δημίους, ἀλλὰ τὸν στεφανοῦντα Χριστόν.

[00114]    γʹ.

[00115]    Αὕτη μεγίστη μέθοδος καὶ εὐκολωτάτη πρὸς ἀρετὴν ὁδὸς, μὴ τοὺς πόνους μόνον ὁρᾷν, ἀλλὰ καὶ τὰ ἔπαθλα μετὰ τῶν πόνων, ἀλλ' οὐκ αὐτὰ καθ' ἑαυτὰ μόνον.

[00116]    Ὅταν οὖν μέλλῃς ἐλεημοσύνην διδόναι, μὴ πρόσεχε τῇ δαπάνῃ τῶν χρημάτων, ἀλλὰ τῇ συλλογῇ τῆς δικαιοσύνης·

[00117]    Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν·

[00118]    ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

[00119]    μὴ βλέπε τὸν κενούμενον πλοῦτον, ἀλλ' ὅρα τὸν αὐξανόμενον θησαυρόν.

[00120]    Ἂν νηστεύσῃς, μὴ τὴν κάκωσιν τὴν ἀπὸ τῆς νηστείας λογίζου, ἀλλὰ τὴν ἄνεσιν τὴν ἀπὸ τῆς κακώσεως·

[00121]    ἂν ἀγρυπνήσῃς εὐχόμενος, μὴ τὴν ταλαιπωρίαν τὴν ἀπὸ τῆς ἀγρυπνίας, ἀλλὰ τὴν παῤῥησίαν τὴν ἀπὸ τῆς εὐχῆς ἐννόει.

[00122]    Οὕτω καὶ στρατιῶται ποιοῦσιν·

[00123]    οὐ τὰ τραύματα, ἀλλὰ τὰς ἀμοιβὰς βλέπουσιν·

[00124]    οὐ τὰς σφαγὰς, ἀλλὰ τὰς νίκας·

[00125]    οὐ τοὺς πίπτοντας νεκροὺς, ἀλλὰ τοὺς στεφανουμένους ἀριστέας.

[00126]    Οὕτω καὶ κυβερνῆται πρὸ τῶν κυμάτων τοὺς λιμένας ὁρῶσι, πρὸ τῶν ναυαγίων τὰς ἐμπορίας, πρὸ τῶν ἐν θαλάσσῃ δεινῶν τὰ μετὰ θάλασσαν ἀγαθά.

[00127]    Οὕτω καὶ σὺ ποίησον·

[00128]    ἐννόησον ἡλίκον ἐστὶν ἐν νυκτὶ βαθείᾳ, τῶν ἀνθρώπων καθευδόντων ἁπάντων καὶ θηρίων καὶ κτηνῶν, βαθυτάτης ἡσυχίας οὔσης, μόνον σε ἐγερθέντα παῤῥησίᾳ διαλέγεσθαι τῷ κοινῷ πάντων ∆εσπότῃ.

[00129]    Ἀλλὰ γλυκὺς ὁ ὕπνος;

[00130]    Ἀλλ' οὐδὲν γλυκύτερον προσευχῆς.

[00131]    Ἂν κατ' ἰδίαν αὐτῷ διαλεχθῇς, πολλὰ ἀνύσαι δυνήσῃ, μηδενὸς ἐνοχλοῦντός σε, μηδὲ ἐκκρούοντός σε τῆς δεήσεως·

[00132]    ἔχεις καὶ τὸν καιρὸν σύμμαχον πρὸς τὸ ἐπιτυχεῖν ὧν θέλεις.

[00133]    Ἀλλὰ περιστρέφῃ κείμενος ἐπὶ μαλακῆς στρωμνῆς, καὶ ὀκνεῖς διαναστῆναι;

[00134]    Ἐννόησον τοὺς ἐπὶ τῆς σιδηρᾶς κλίμακος κειμένους σήμερον μάρτυρας, οὐχὶ στρωμνῆς ὑποκειμένης, ἀλλ' ἀνθράκων ὑπεστρωμένων.

[00135]    Ἐνταῦθα βούλομαι καταλῦσαι τὸν λόγον, ὥστε τῆς κλίμακος τὴν μνήμην ἀκμάζουσαν καὶ νεαρὰν ἔχοντας ὑμᾶς ἀπελθεῖν, καὶ ταύτης ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ μεμνῆσθαι·

[00136]    κἂν γὰρ μυρία κατέχῃ δεσμὰ, δυνησόμεθα πάντα [50.712] ἀποῤῥῆξαι ῥᾳδίως, καὶ πρὸς τὴν εὐχὴν ἀναστῆναι, τὴν κλίμακα ταύτην ἐννοοῦντες διαπαντός.

[00137]    Μὴ τὴν κλίμακα δὲ μόνον ἐκείνην, ἀλλὰ καὶ τὰς ἄλλας τῶν μαρτύρων τιμωρίας διαγράφωμεν ἐπὶ τὸ πλάτος τῆς καρδίας τῆς ἡμετέρας.

[00138]    Καὶ καθάπερ οἱ τὰς οἰκίας τὰς ἑαυτῶν ποιοῦντες λαμπρὰς, ἀνθηρᾷ γραφῇ πανταχόθεν αὐτὰς κατακοσμοῦσιν·

[00139]    οὕτω καὶ ἡμεῖς ἐν τοῖς τοίχοις τῆς ἡμετέρας διανοίας ζωγραφήσωμεν τῶν μαρτύρων τὰς τιμωρίας.

[00140]    Ἐκείνη μὲν γὰρ ἡ ζωγραφία ἀνόνητος.

[00141]    αὕτη δὲ κέρδος ἔχουσα·

[00142]    οὐ δεῖται γὰρ χρημάτων, οὐδὲ δαπάνης, οὐδὲ τέχνης τινὸς αὕτη ἡ γραφὴ, ἀλλ' ἀντὶ πάντων ἀρκεῖ προθυμίᾳ χρήσασθαι καὶ λογισμῷ γενναίῳ καὶ νήφοντι, καὶ διὰ τούτου καθάπερ διά τινος χειρὸς ἀρίστης ὑπογράψαι τὰς τιμωρίας αὐτῶν.

[00143]    Ζωγραφῶμεν τοίνυν ἐν τῇ ψυχῇ τοὺς μὲν ἐπὶ τηγάνων κειμένους, τοὺς δὲ ὑπὸ ἀνθράκων τεταμένους, τοὺς δὲ εἰς λέβητας κυβιστῶντας, τοὺς δὲ εἰς θάλασσαν καταποντιζομένους, ἑτέρους ξεομένους, ἄλλους ἐπὶ τροχὸν καμπτομένους, ἄλλους εἰς κρημνὸν ῥιπτομένους·

[00144]    καὶ τοὺς μὲν θηρίοις πυκτεύοντας, τοὺς δὲ ἐπὶ τὸ βάραθρον ἀγομένους, τοὺς δὲ, ὡς ἕκαστος ἔτυχεν καταλύσας τὸν βίον·

[00145]    ἵνα τῇ ποικιλίᾳ τῆς γραφῆς ταύτης λαμπρὰν τὴν ἡμετέραν κατασκευάσαντες οἰκίαν, ἐπιτήδειον τῷ βασιλεῖ τῶν οὐρανῶν ποιήσωμεν καταγώγιον.

[00146]    Ἂν γὰρ ἴδῃ τοιαύτας ἐν τῇ διανοίᾳ τὰς γραφὰς, ἥξει μετὰ τοῦ Πατρὸς, καὶ μονὴν ποιήσει παρ' ἡμῖν σὺν τῷ Πνεύματι τῷ ἁγίῳ·

[00147]    καὶ βασιλικὸς ἔσται λοιπὸν οἶκος ἡ διάνοια ἡμῶν, καὶ οὐδεὶς ἄτοπος λογισμὸς ἐπιβῆναι δυνήσεται, τῆς τῶν μαρτύρων μνήμης ὥσπερ τινὸς ἀνθηρᾶς ζωγραφίας διαπαντὸς ἡμῖν ἐναποκειμένης, καὶ πολλὴν ἐναφιείσης τὴν μαρμαρυγὴν, καὶ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ συνεχῶς ἡμῖν ἐνδιαιτωμένου.

[00148]    Οὕτω δὲ ἐνταῦθα Χριστὸν ὑποδεξάμενοι, δυνησόμεθα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν εἰς τὰς σκηνὰς ὑποδεχθῆναι τὰς αἰωνίους, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00149]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De sanctis martyribus [2]
Litterarum Omnium Conspectus: 121 Litterae, quae repetitae sunt in 12,589 occasionibus



α

0945 

998   

Α

0913 

1   

β

0946 

72   

Β

0914 

1   

γ

0947 

196   

Γ

0915 

1   

δ

0948 

238   

Δ

0916 

0   

ε

0949 

605   

Ε

0917 

8   

ζ

0950 

21   

Ζ

0918 

1   

η

0951 

162   

Η

0919 

0   

θ

0952 

169   

Θ

0920 

6   

ι

0953 

472   

Ι

0921 

1   

κ

0954 

403   

Κ

0922 

12   

λ

0955 

376   

Λ

0923 

0   

μ

0956 

443   

Μ

0924 

8   

ν

0957 

1,197   

Ν

0925 

1   

ξ

0958 

36   

Ξ

0926 

0   

ο

0959 

820   

Ο

0927 

11   

π

0960 

370   

Π

0928 

6   

ρ

0961 

473   

Ρ

0929 

0   

ς

0962 

542   

΢

0930 

0   

σ

0963 

366   

Σ

0931 

3   

τ

0964 

1,072   

Τ

0932 

7   

υ

0965 

201   

Υ

0933 

0   

φ

0966 

77   

Φ

0934 

2   

χ

0967 

99   

Χ

0935 

13   

ψ

0968 

12   

Ψ

0936 

0   

ω

0969 

185   

Ω

0937 

1   

8164 

10   

 

  

0   

8165 

19   

8172 

   



 ά 

 8049 

 165 

 έ 

 8051 

 133 

 ή 

 8053 

 48 

 ί 

 8055 

 200 

 ό 

 8057 

 110 

 ύ 

 8059 

 106 

 ώ 

 8061 

 35 

 ὰ 

 8048 

 177 

 ὲ 

 8050 

 74 

 ὴ 

 80852 

 85 

 ὶ 

 8054 

 168 

 ὸ 

 8056 

 124 

 ὺ 

 8058 

 48 

 ὼ 

 8060 

 6 

 ᾶ 

 8118 

 25 

   

   

 0 

 ῆ 

 8134 

 81 

 ῖ 

 8150 

 75 

   

   

 0 

 ῦ 

 8166 

 108 

 ῶ 

 8182 

 130 

 ἀ 

 7936 

 188 

 ἐ 

 7952 

 144 

 ἠ 

 7968 

 4 

 ἰ 

 7984 

 49 

 ὀ 

 8000 

 6 

 ὐ 

 8016 

 100 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 9 

 ἑ 

 7953 

 10 

 ἡ 

 7969 

 42 

 ἱ 

 7985 

 25 

 ὁ 

 8001 

 35 

 ὑ 

 8017 

 24 

 ὡ 

 8033 

 7 

 ἂ 

 7938 

 8 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 3 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 2 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 22 

 ἔ 

 7956 

 27 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 8 

 ὄ 

 8004 

 1 

 ὔ 

 8020 

 6 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 5 

 ἕ 

 7957 

 5 

 ἥ 

 7973 

 3 

 ἵ 

 7989 

 9 

 ὅ 

 8005 

 16 

 ὕ 

 8021 

 24 

 ὥ 

 8037 

 6 

 ἆ 

 7942 

 2 

   

   

 0 

 ἦ 

 7974 

 10 

 ἶ 

 7990 

 10 

   

   

 0 

 ὖ 

 8022 

 7 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 10 

   

   

 0 

 ὗ 

 8023 

 7 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 10 

   

   

 0 

 ῃ 

 8131 

 18 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 11 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 14 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 31 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De sanctis martyribus [2]
Verborum Omnium Conspectus: 1,133Verba, quae repetita sunt in 1,429,181 occasionibus



[00084]
α [00002]
ἀβίωτον [00070]
ἀγάγω [00040]
ἀγαθὰ [00113]
ἀγαθά [00126]
ἀγαθῶν [00086]
ἀγάπην [00099] [00100]
ἀγαπῶσιν [00084]
ἄγγελοι [00004] [00005] [00063] [00066] [00074] [00092]
ἀγγέλους [00013]
ἀγγέλων [00003] [00089]
ἀγήρατοι [00006]
ἅγιαι [00091]
ἅγιοι [00060] [00065]
ἁγίοις [00051]
ἅγιον [00075]
ἁγίους [00001]
ἁγίῳ [00146] [00148]
ἁγίων [00056] [00073]
ἀγομένους [00144]
ἄγοντες [00053]
ἄγουσιν [00093]
ἀγρυπνήσῃς [00121]
ἀγρυπνίας [00121]
ἄγων [00025]
ἀγῶνας [00080]
ἀγωνοθέτην [00068]
ἀγώνων [00056] [00068]
ἀγῶσι [00051]
ἀδαμάντινοί [00071]
ἀδάμας [00055]
ἀδικώτερον [00047]
ἀέρα [00039]
ἀθανασίας [00010] [00010] [00012]
ἀθάνατοί [00006]
ἀθάνατον [00009]
ἀθληταὶ [00068]
ἀθλητὰς [00025]
ἀθλητῶν [00092] [00092]
ἄθλους [00081]
αἱ [00056] [00091] [00092]
αἷμα [00074] [00075] [00075] [00075] [00075] [00075] [00076] [00078]
αἵματος [00059] [00073] [00077]
αἱμάτων [00039]
αἱμοβόροι [00058]
αἰσχρῶς [00056]
αἰσχύνονται [00090]
αἰχμὴν [00052]
αἰῶνα [00118]
αἰῶνας [00148]
αἰωνίους [00148]
αἰῶνος [00118]
αἰώνων [00148]
ἀκμάζουσαν [00135]
ἀκολουθίαν [00046]
ἀκούοντες [00069] [00082] [00082]
ἀκοῦσαι [00083] [00086]
ἀκούσας [00062]
ἀκούωμεν [00069]
ἀκτῖνας [00072]
ἀκτίνων [00073]
ἀλγεῖτε [00104]
ἀλγηδόνας [00113]
ἀλγῶμεν [00022]
ἀλλ [00003] [00009] [00015] [00022] [00032] [00042] [00050] [00057] [00069] [00075] [00086] [00095] [00115] [00119] [00134] [00142]
Ἀλλ [00130]
ἀλλὰ [00005] [00014] [00028] [00045] [00051] [00058] [00071] [00082] [00090] [00112] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00115] [00116] [00120] [00121] [00123] [00124] [00125] [00137]
Ἀλλὰ [00007] [00066] [00069] [00105] [00129] [00133]
ἄλλας [00137]
ἀλλοτρίοις [00071]
ἄλλους [00143] [00143]
ἀλύομεν [00070]
ἅμα [00148]
Ἀμήν [00149]
ἀμητῷ [00039]
ἀμοιβὰς [00113] [00123]
ἀμοιβὴ [00081]
ἀμυδρῶς [00086]
ἀμφότερα [00032]
ἀμφότεροι [00049]
ἀμφοτέροις [00051]
ἂν [00016] [00035] [00043] [00052] [00065] [00090] [00121]
Ἂν [00034] [00120] [00131] [00146]
ἀναβαίνουσι [00063] [00066] [00066]
ἀναβαίνουσιν [00089]
ἀναβάντων [00092]
ἀναβῶσιν [00091]
ἀναιροῦντος [00043]
ἀναμνήσθητι [00062]
ἀναπεπετασμένας [00058]
ἀναπληρῶ [00021]
ἀναστῆναι [00136]
ἀναχωροῦσι [00051]
ἀνδρείαν [00033] [00071]
ἀνδρείας [00071]
ἀνέβη [00084]
ἀνεμνήσθη [00077]
ἄνεσιν [00120]
ἀνεῳγότα [00058]
ἀνήγαγε [00030]
ἀνθηρᾷ [00138]
ἀνθηρᾶς [00147]
ἄνθρακας [00110]
ἄνθρακες [00069]
ἀνθράκων [00058] [00060] [00134] [00143]
ἄνθρωπον [00052]
ἀνθρώπου [00084]
ἀνθρώπων [00013] [00085] [00128]
ἀνίσχοντα [00072]
ἀνόνητος [00140]
ἀνταίρειν [00051]
ἀντὶ [00142]
ἀντιδόσεις [00113]
ἀντίδοσις [00081]
ἀνύσαι [00131]
ἄνω [00092]
ἀνώμαλον [00051]
ἄξιον [00075]
ἀπ [00040]
ἀπαλλαγέντες [00068]
ἀπαλλαγὴν [00089]
ἁπάντων [00128]
ἀπέδωκε [00014]
ἀπέθανον [00012]
ἀπελθεῖν [00135]
ἀπερίτρεπτοι [00071]
ἀπῆλθον [00068]
ἁπλῶς [00069] [00075]
ἀποδημίαν [00148]
ἀποδύσαιτο [00080]
ἀποδύσας [00052]
ἀποθνήσκω [00019]
ἀποθνήσκων [00043]
ἀποκειμένων [00086]
ἀποκληρώσαντες [00051]
ἀποκόψας [00052]
ἀποκρύπτοντα [00039]
ἀπολαβόντες [00101]
ἀπολάμποντα [00039]
ἀπολαύοντες [00087]
ἀπολαύουσι [00094] [00100]
ἀπολέσῃ [00029]
ἀπονείμαντες [00051]
ἀποῤῥῆξαι [00136]
ἀποστέλλονται [00068]
ἆρα [00103] [00104]
Ἆρα [00102]
ἄρδον [00075]
ἀρετὴν [00115]
ἀριθμὸς [00003]
ἀριστέας [00092] [00125]
ἀρίστης [00142]
ἀρκεῖ [00142]
Ἀρκοῦσα [00081]
ἀροτριῶντες [00057]
ἀρχαγγέλων [00089]
ἀσπάζονται [00092]
ἀσταχύων [00039]
ἄστρων [00011]
ἀσώματον [00007]
ἄτοπος [00147]
αὔλακας [00057]
αὐξανόμενον [00119]
αὐτὰ [00115]
αὐταὶ [00056]
αὐτὰς [00138]
Αὕτη [00115]
αὕτη [00081] [00141] [00142]
αὐτῆς [00003]
αὐτὸ [00030]
αὐτοὶ [00087]
αὐτοῖς [00071] [00089]
αὐτὸν [00013] [00013] [00085]
αὐτόν [00084]
αὐτὸς [00055] [00074] [00098]
αὐτός [00020]
αὐτοῦ [00030] [00095] [00099] [00099] [00118]
αὐτοὺς [00057] [00071] [00073] [00086] [00090] [00092] [00092] [00093] [00095]
αὐτῷ [00131]
αὐτῶν [00051] [00073] [00142]
αὑτῶν [00090]
ἀφιέντα [00072]
ἀφίεται [00039]
ἀφόρητα [00088]
ἀφορήτους [00056]
ἀφορμὴν [00024]


β [00061]
βαθείᾳ [00128]
βαθυτάτης [00128]
βάραθρον [00144]
βασάνους [00033]
βασάνων [00056]
βασιλέα [00093]
βασιλεῖ [00145]
βασιλείαν [00113]
βασιλείας [00081]
βασιλέως [00147]
βασιλικὸς [00147]
βελῶν [00039]
βίον [00070] [00144]
βλέπε [00119]
βλέπουσιν [00123]
Βούλει [00036]
βούλει [00083]
βούλομαι [00135]
βραβεῖα [00012] [00025] [00113]
βραβείων [00023]
βραχείᾳ [00088]
βραχὺ [00014]
βραχύ [00013]


γ [00114]
γὰρ [00004] [00009] [00016] [00028] [00032] [00033] [00049] [00053] [00057] [00069] [00075] [00077] [00079] [00080] [00081] [00084] [00087] [00088] [00090] [00092] [00095] [00096] [00098] [00101] [00136] [00140] [00142] [00146]
γέγονεν [00015]
γεέννης [00070]
γέμοντα [00093]
γενναίῳ [00142]
γενναίως [00071]
γένοιτο [00028] [00148]
γῆν [00029] [00039] [00057]
γῆς [00039] [00062]
γίνεται [00042] [00045] [00052]
γινόμενα [00034] [00060] [00071]
γινομένων [00034] [00035]
γλυκὺς [00129]
γλυκύτερον [00130]
γνώμην [00035]
γνώμης [00028]
γραφὰς [00146]
γραφὴ [00142]
γραφῇ [00138]
γραφῆς [00145]
γυμναζώμεθα [00105]
γυμνὸς [00050]
γυμνοὺς [00053]
γυμνῷ [00042] [00052]
γυμνῶν [00042]


δαίμονες [00074]
δακνόντων [00071]
δαπάνῃ [00116]
δαπάνης [00142]
∆αυΐδ [00013]
δὲ [00003] [00004] [00010] [00015] [00030] [00035] [00041] [00042] [00046] [00050] [00050] [00051] [00051] [00051] [00052] [00054] [00055] [00056] [00059] [00060] [00062] [00063] [00064] [00066] [00068] [00071] [00074] [00083] [00085] [00089] [00091] [00094] [00137] [00141] [00143] [00143] [00143] [00144] [00144] [00148]
δεδεμένος [00043]
δέδεται [00051]
δεήσεως [00131]
δεῖνα [00082] [00082]
δεινὰ [00088] [00113]
δεινὸν [00056]
δεινῶν [00071] [00126]
δεῖται [00142]
δεξιοῦνται [00092]
δεξιοῦται [00100]
δεσμὰ [00136]
∆εσπότῃ [00128]
∆εσπότην [00090]
∆εσποτικοῦ [00077]
δεσποτικῶν [00080]
∆εσπότου [00079] [00094]
δέχεται [00095]
δεχόμενοι [00054]
δεχόμενος [00052]
δὴ [00056]
δῆλον [00066]
δημίους [00113]
δῆμος [00092]
δήποτε [00067]
δήσαντες [00053]
δι [00030] [00063] [00066] [00078] [00090] [00148]
διὰ [00012] [00025] [00027] [00063] [00066] [00071] [00086] [00087] [00090] [00142]
διά [00142]
διάβολος [00025] [00074] [00076]
διαβόλου [00054]
διαβόλῳ [00027]
διαγράφωμεν [00137]
διαδεξομένην [00086]
διακονίαν [00068]
διαλέγεσθαι [00128]
διαλεχθῇς [00131]
διαλύει [00055]
διαναστῆναι [00133]
διάνοια [00147]
διανοίᾳ [00146]
διάνοιαν [00086]
διανοίας [00139]
διαπαντὸς [00147]
διαπαντός [00136]
διδόναι [00116]
διεῤῥηγμένα [00058]
διεστήκασι [00004]
διηνεκῶς [00075]
διισχυρίζομαι [00015]
δικάζοντες [00051]
δικαίοις [00051]
δικαιοσύνη [00118]
δικαιοσύνης [00116]
διπλᾶς [00059]
διώρυττον [00057]
δόξα [00148]
δόξαν [00025]
δόξῃ [00013]
δόξης [00093] [00100]
δόρατος [00052]
δορυφορίας [00093]
δορυφορούντων [00089]
δούλους [00095]
δριμύτερον [00071]
δυνάμεις [00091] [00092]
δύναμιν [00056]
δύναται [00083]
δυνήσεται [00147]
δυνήσῃ [00131]
δυνησόμεθα [00136] [00148]
δύο [00031] [00041]
δυσανασχετοῦμεν [00070]
δυσχεραίνομεν [00070]


ἑαυτὰ [00115]
ἑαυτοῖς [00051]
ἑαυτῶν [00071] [00138]
ἐγενόμεθα [00022]
ἐγένοντο [00016]
ἐγερθέντα [00128]
ΕΓΚΩΜΙΟΝ [00001]
Ἐγὼ [00015]
ἔδωκε [00117]
ἐθεώρουν [00060]
Εἰ [00083] [00092] [00101]
εἰ [00009] [00016] [00017] [00018] [00019] [00020] [00031] [00045] [00065]
εἴ [00052]
Εἶδε [00076]
εἶδε [00084]
εἶδεν [00003] [00062]
Εἶδες [00044]
Εἴδετε [00072]
εἶεν [00016]
εἰκότως [00097]
εἵλοντο [00090] [00090]
εἶναι [00070]
εἶπε [00098]
εἰπεῖν [00086]
Εἰς [00001]
εἰς [00025] [00030] [00052] [00062] [00089] [00091] [00092] [00101] [00105] [00118] [00143] [00143] [00143] [00148] [00148]
εἰσαγαγὼν [00052]
εἰσήγαγεν [00025] [00029]
εἰσι [00042]
εἰσιν [00006]
εἴσονται [00087]
εἱστήκεισαν [00071]
εἶτα [00093]
ἐκ [00051] [00056] [00059] [00092]
ἐκάλεσα [00031]
ἕκαστος [00144]
ἑκατέρᾳ [00064]
ἑκατέρωθεν [00039]
ἐκεῖ [00086] [00094]
Ἐκεῖνα [00045]
ἐκεῖναι [00091]
Ἐκείνη [00140]
ἐκείνην [00137]
ἐκείνης [00063] [00066] [00100] [00101]
ἐκεῖνο [00070] [00078]
ἐκεῖνοι [00006] [00007] [00058] [00068] [00106] [00108] [00110]
ἐκεῖνον [00093] [00101]
ἐκεῖνος [00029]
ἐκείνου [00028]
ἐκείνων [00040] [00044]
Ἐκκλησίας [00075]
ἐκκόψῃ [00029]
ἐκκρούοντός [00131]
ἐκπλαγείη [00043]
ἐκράτησαν [00033]
ἐλάβομεν [00023]
ἔλαβον [00012]
ἔλαττον [00070]
ἐλάττωμα [00015]
ἔλαχον [00007]
ἐλεημοσύνην [00116]
Ἐλθόντες [00094]
ἕλκεσιν [00071]
ἐλπίδα [00029]
ἐλπίσιν [00113]
ἐμαρτύρησεν [00082]
ἐμβαθύνοντες [00057]
ἐμπορίας [00126]
ἐν [00001] [00019] [00021] [00021] [00038] [00039] [00051] [00071] [00088] [00101] [00109] [00113] [00113] [00126] [00128] [00135] [00135] [00139] [00143] [00146]
Ἐν [00049]
ἐναντία [00031] [00032]
ἐναντίων [00033]
ἐναποκειμένης [00147]
ἐναφιείσης [00147]
ἐνδείξασθαι [00086]
ἐνδιαιτωμένου [00147]
ἐνδίδωσιν [00055]
ἔνθα [00093]
ἑνὶ [00031]
ἐννόει [00121]
ἐννόησον [00128]
Ἐννόησον [00134]
ἐννοήσωμεν [00069]
ἐννοοῦντες [00136]
ἐνοχλοῦντός [00131]
ἐνταῦθα [00032] [00041] [00050] [00051] [00058] [00148]
Ἐνταῦθα [00135]
ἐντεῦθεν [00015] [00024] [00089] [00148]
ἐνύγη [00079]
ἐξ [00079]
Ἐξ [00003]
ἐξέπεμπον [00056]
ἔξεστι [00051]
ἐξετάσῃς [00035]
ἐξουσίας [00051]
ἕξουσιν [00006]
ἐπάγει [00051]
ἐπαγομένων [00056]
ἔπαθλα [00115]
ἐπάθλων [00082]
ἐπαλλήλων [00039]
ἐπαναγαγὼν [00029]
ἐπανελθόντας [00092]
ἔπασχον [00056]
ἐπαχθῆ [00113]
ἐπεδείξαντο [00033] [00100]
Ἐπειδὰν [00091]
ἐπειδὴ [00012] [00086] [00090]
Ἐπειδὴ [00100]
ἔπεσε [00082]
ἐπεστήρικτο [00064]
ἐπετελέσαμεν [00003]
ἐπηρείδοντο [00065]
ἐπὶ [00033] [00039] [00040] [00058] [00060] [00071] [00084] [00093] [00094] [00133] [00134] [00137] [00143] [00143] [00144]
ἐπιβῆναι [00147]
ἐπιδεικνύμενοι [00071]
ἐπιδημούντων [00092]
ἐπιθυμεῖτε [00103]
ἐπιθυμίας [00111]
ἐπικειμένου [00071]
ἐπικερδῆ [00112]
ἐπιπηδώντων [00071]
ἐπιτήδειον [00145]
ἐπιτυχεῖν [00132] [00148]
ἑπτὰ [00003]
ἔργοις [00004]
ἔῤῥευσεν [00078]
ἔῤῥιψαν [00108]
Ἐσκόρπισεν [00117]
ἐσμὲν [00069]
ἔσται [00147]
ἐστέ [00096]
ἐστεφάνωσας [00013]
ἕστηκεν [00039]
ἔστησαν [00054] [00058]
ἐστὶ [00011]
ἐστι [00046]
ἐστὶν [00128]
ἐστιν [00038]
ἔστιν [00095]
ἔτεινον [00058]
ἐτέλουν [00101]
ἑτέρου [00077]
ἑτέρους [00143]
ἐτέρποντο [00074]
ἔτρεμεν [00074]
ἔτυχεν [00144]
εὐεξίαν [00092]
εὐκολωτάτη [00115]
εὑρεῖν [00095]
εὐσεβείας [00092]
εὐφημίας [00101]
εὐχαριστήσομεν [00027]
εὐχαριστῶμεν [00022]
εὐχὴν [00136]
εὐχῆς [00121]
εὐχόμενος [00121]
ἐφάμιλλος [00003]
ἔφριξεν [00076]
ἐφρίττετε [00102]
ἔφριττον [00074]
ἔχει [00099]
ἔχεις [00132]
ἔχομεν [00024]
ἔχοντας [00135]
ἔχουσα [00141]
ἔχω [00019]
ἕω [00072]


ζωγραφήσωμεν [00139]
ζωγραφία [00140]
ζωγραφίας [00147]
Ζωγραφῶμεν [00143]
ζωῆς [00106]
ζωοποιῷ [00148]


[00041] [00041] [00042] [00079] [00081] [00081] [00081] [00118] [00140] [00142] [00147]
[00073] [00094]
ἠγάπησεν [00085]
ἡδονὴ [00035]
ἡδονῆς [00033] [00060] [00080] [00092]
ἠδύνατο [00019] [00020]
ᾔεσαν [00033]
ἤκουσεν [00084]
Ἠλάττωσας [00013]
ἡλίκον [00128]
ἥλιον [00072]
ἥλιος [00073]
ἡμᾶς [00003] [00030] [00148]
ἡμεῖς [00139]
ἡμέρᾳ [00135]
ἡμέραν [00019]
ἡμερῶν [00003]
ἡμετέραν [00025] [00145]
ἡμετέρας [00025] [00137] [00139]
ἡμῖν [00022] [00086] [00146] [00147] [00147]
ἡμῶν [00031] [00147] [00148]
ἢν [00019]
ἣν [00003] [00062]
ἦν [00017] [00017] [00018] [00018] [00019] [00020] [00058] [00059] [00073] [00075]
ἤνεγκαν [00065]
ἠνεῴχθη [00022]
ἥξει [00146]
ἧς [00095]
ἡσυχίας [00128]
ἡτοίμασεν [00084]
ἡττηθέντας [00056]
ἡττηθέντες [00051]
ἡττῶντο [00053]


θάλασσαν [00126] [00143]
θαλάσσῃ [00126]
θαλίαι [00035]
θάνατον [00014] [00025] [00027]
θάνατος [00010] [00017] [00019] [00020]
θανάτου [00012] [00015] [00022]
θανάτῳ [00014] [00080]
θεάματα [00059]
θέλεις [00132]
Θεὸς [00084]
Θεοῦ [00025] [00028] [00046] [00071] [00147]
θῇ [00099]
θῆρες [00058]
θηρίοις [00144]
θηρίου [00071]
θηρίων [00128]
θησαυρόν [00119]
θλίψεων [00021]
θνητοὶ [00016] [00022]
θρόνον [00093]
θρόνου [00094]
θώρακα [00052]


Ἰακὼβ [00003] [00062]
ἰδεῖν [00058] [00059]
ἴδῃ [00146]
ἴδῃς [00034]
ἰδίαν [00131]
ἱδρῶτας [00113]
ἱερὰν [00003]
Ἰησοῦ [00019] [00148]
ἵνα [00029] [00046] [00099] [00145]
ἴση [00003]
ἴσον [00095]
ἴστε [00101]


Καθ [00019]
καθ [00115]
καθάπερ [00039] [00051] [00055] [00057] [00060] [00068] [00070] [00071] [00092] [00101] [00138] [00142]
καθελόντες [00058]
καθευδόντων [00128]
καθήμενον [00094]
καθωπλισμένοι [00042]
καθωπλισμένων [00042]
καθώπλισται [00050]
καιόμενον [00113]
καίοντος [00043]
καιρὸν [00105] [00132]
καιρὸς [00104]
καιροῦ [00088]
Καίτοι [00047]
καίτοι [00095]
κἀκεῖνοι [00090]
κακῶν [00025]
κακῶς [00051] [00051]
κακώσεως [00120]
κάκωσιν [00120]
καλὰ [00075]
καλλωπίζει [00010]
καμπτομένους [00143]
κἂν [00136]
καρδίαν [00084]
καρδίας [00137]
καρτερίαν [00033]
κατ [00003] [00131]
καταβαίνουσιν [00066]
καταγελάστως [00056]
καταγινωσκέτω [00031]
καταγώγιον [00145]
καταδικάσας [00014]
κατακαιόμενος [00043]
κατακοσμοῦσιν [00138]
καταλύουσαι [00056]
καταλῦσαι [00135]
καταλύσας [00144]
καταμανθάνουσαι [00092]
καταμανθάνουσι [00092]
καταξαίνοντες [00053]
καταξανθεῖσι [00069]
καταποντιζομένους [00143]
κατασκευάσαντες [00145]
κατασκήψαντος [00069]
καταυγάζοντα [00039]
καταυγαζόντων [00073]
καταφερομένας [00059]
καταφερομένων [00039]
καταφρόνησον [00107]
κατέβαινον [00063]
κατέλαβεν [00003]
κατεμαλακίσθη [00082]
κατεπάτησαν [00110]
Κατεφρόνησαν [00106]
κατέχῃ [00136]
κατορθούμενα [00046]
κατόρθωμα [00028]
καύχησιν [00019]
κείμενοι [00060]
κείμενος [00133]
κειμένους [00134] [00143]
κελεύῃ [00052]
κενούμενον [00119]
κέρδος [00141]
κεφάλαιον [00025]
κληρονομεῖν [00068]
κλίμακα [00062] [00136] [00137]
κλίμακος [00058] [00062] [00134] [00135]
κοινῆς [00013]
κοινῷ [00128]
κοινωνεῖν [00080]
κοινωνίαν [00101]
κοινωνοῦσι [00100] [00101]
κοσμούμενα [00011]
κοσμούμενος [00011]
κόσμῳ [00001]
κρημνὸν [00143]
κροκοειδεῖς [00072]
κροκοειδῶν [00073]
κτηνῶν [00128]
κυβερνῆται [00126]
κυβιστῶντας [00143]
κυκλώσαντες [00092]
κυμάτων [00126]
Κύριος [00064]
Κυρίου [00148]


λαβὼν [00030]
λαγόνας [00058]
λαμπρὰν [00145]
λαμπρὰς [00138]
λαμπρὸς [00011]
λαμπρῷ [00011]
λαμπρῶς [00071]
λέβητας [00143]
λέγειν [00019] [00020]
λεγόμενα [00069]
λέγω [00025] [00037]
λελυμένου [00043]
λιμένας [00126]
λογίζου [00120]
λογισμὸς [00147]
λογισμῷ [00142]
λόγον [00086] [00135]
λόγος [00083]
λοιπὸν [00068] [00079] [00147]


μαθεῖν [00036]
μάθῃς [00046]
μακαριότητα [00086]
μάλα [00097]
μαλακῆς [00133]
μαλάσσεται [00055]
μάλιστα [00012]
μᾶλλον [00003] [00010] [00010] [00073] [00092] [00094] [00101]
μανίας [00058]
μαρμαρυγὴν [00147]
μάρτυρας [00053] [00134]
Μάρτυρες [00004]
μάρτυρες [00005] [00006] [00009] [00016] [00042] [00063] [00066] [00085] [00088]
μαρτυρήσαντας [00001]
μαρτύριον [00018] [00102]
μαρτυρίου [00022] [00025] [00103] [00104] [00105]
μαρτύρων [00003] [00003] [00011] [00031] [00037] [00041] [00137] [00139] [00147]
μάρτυσι [00051]
μαστιζόμενος [00043]
μαστίζοντος [00043]
μάχεσθαι [00052]
μάχη [00034]
μάχην [00040] [00051]
μάχης [00047] [00092]
μαχόμενοι [00049]
μάχονται [00042]
μέγεθος [00086]
μεγίστη [00035] [00095] [00115]
μεγίστην [00100]
μέγιστον [00025]
μεθ [00033] [00060] [00080] [00092] [00148]
μέθοδος [00115]
Μείζονα [00099]
μέλλῃς [00116]
μέλλοντα [00113]
μελλόντων [00068]
μέλλων [00080]
μελῶν [00092] [00100]
μεμνῆσθαι [00135]
μὲν [00034] [00041] [00042] [00045] [00049] [00050] [00051] [00051] [00055] [00056] [00059] [00066] [00068] [00074] [00083] [00088] [00140] [00143] [00144]
μένει [00118]
μένοντες [00071]
μετ [00051]
μετέβαλε [00025]
μετέστρεψε [00030]
μετέχουσι [00100]
μηδὲ [00131]
Μηδεὶς [00031]
μηδενὸς [00131]
μὴν [00086]
μικρὰ [00070]
μνήμην [00135]
μνήμης [00147]
μονὴν [00146]
μόνοι [00087]
μόνον [00004] [00115] [00115] [00128] [00137]
μου [00021] [00021] [00096]
μυηθέντες [00101]
μυρία [00052] [00136]
μυρίας [00079]
μυστηρίων [00101]
μυστικῶν [00100]


ναυαγίων [00126]
νεαρὰν [00135]
νεκροὺς [00125]
νέφη [00039]
νὴ [00019]
νηστείας [00120]
νηστεύσῃς [00120]
νήφοντι [00142]
νίκας [00092] [00124]
νίκη [00042]
νοητῆς [00062]
νομίζομεν [00070]
νομίζοντες [00070]
νυκτὶ [00128] [00135]
νῦν [00101] [00103] [00104] [00109]
νυττομένας [00079]


ξένων [00092]
ξεομένους [00143]
ξύλου [00058]
ξύλῳ [00057]


[00003] [00010] [00011] [00013] [00014] [00020] [00025] [00030] [00043] [00043] [00043] [00043] [00050] [00050] [00051] [00051] [00052] [00062] [00064] [00074] [00076] [00082] [00082] [00084] [00092] [00129]
ὁδὸς [00115]
ὀδύνας [00065]
οἱ [00005] [00006] [00009] [00042] [00042] [00049] [00051] [00054] [00058] [00060] [00065] [00085] [00087] [00088] [00092] [00101] [00138]
οἰκίαν [00145]
οἰκίας [00138]
οἶκος [00147]
οἰκοῦσιν [00005]
οἷόν [00086]
οἷον [00052]
ὀκνεῖς [00133]
ὅλῳ [00001]
ὅλων [00147]
ὁμοδούλων [00094]
ὁμολογίας [00071]
ὀνόμασι [00004]
ὀνόματα [00031]
ὄντες [00101]
ὅπερ [00025]
ὀπίσω [00053]
ὅπλοις [00039]
ὅρα [00113] [00119]
ὁρᾷν [00115]
ὁρᾷς [00079]
Ὁρᾷς [00025]
ὁρώμενον [00075]
ὁρῶντες [00071] [00074]
ὁρῶσι [00126]
Ὅταν [00116]
ὅτι [00015] [00022] [00022] [00043] [00046] [00066] [00069] [00082] [00082] [00104]
Ὅτι [00068]
Οὐ [00075] [00086] [00095]
οὐ [00028] [00042] [00057] [00071] [00080] [00090] [00104] [00123] [00124] [00125] [00142]
οὗ [00003] [00079] [00148] [00148]
οὐδὲ [00017] [00051] [00055] [00058] [00142] [00142]
οὐδεὶς [00083] [00085] [00099] [00147]
οὐδὲν [00003] [00056] [00070] [00130]
Οὐκ [00065]
οὐκ [00015] [00016] [00018] [00019] [00020] [00043] [00055] [00095] [00102] [00103] [00104] [00115]
οὖν [00026] [00031] [00040] [00100] [00116]
οὔπω [00003]
οὐρανὸν [00005] [00030] [00062] [00073] [00091]
οὐρανὸς [00011]
οὐρανοὺς [00089] [00092]
οὐρανῶν [00075] [00081] [00093] [00145]
οὖς [00084]
οὖσα [00003]
οὔσης [00128]
Οὔτε [00084]
οὔτε [00084] [00084]
οὗτοι [00065] [00068] [00071]
Οὕτω [00122] [00126] [00127] [00148]
οὕτω [00039] [00051] [00052] [00056] [00060] [00071] [00092] [00139]
οὕτως [00011] [00033] [00050] [00051] [00053] [00085]
Οὐχ [00011]
οὐχ [00050]
οὐχὶ [00134]
ὀφθαλμὸς [00084]


παθεῖν [00090]
παθήμασί [00021]
παθήματα [00113]
παθημάτων [00080]
παιδία [00070]
παιόμενος [00052]
παίοντα [00055]
παίοντες [00053]
παιόντων [00056]
παλαισμάτων [00024] [00048]
πάλιν [00003] [00030] [00051] [00059] [00098]
πανηγύρεις [00035]
πανήγυριν [00003]
πάντα [00090] [00090] [00136]
πάντας [00001] [00092] [00148]
πανταχόθεν [00039] [00073] [00092] [00138]
πανταχοῦ [00039]
παντί [00066]
πάντοθεν [00052] [00053] [00071] [00092]
παντὸς [00071]
πάντων [00071] [00128] [00142]
παρ [00013] [00146]
παρὰ [00094]
παραγενόμενος [00014]
παρανομώτερον [00048]
παραστῆσαι [00083]
παρατάξεις [00041]
παράταξιν [00031]
παράταξις [00003] [00032] [00034]
παρεμβολὴ [00003]
παρεμβολῆς [00003]
πάρεστι [00104]
παρῆλθεν [00003]
παρόντα [00113]
παῤῥησίᾳ [00128]
παῤῥησίαν [00121]
παῤῥησίας [00101]
πᾶς [00092]
πᾶσαι [00091] [00092]
πᾶσαν [00029] [00033] [00046] [00046]
πάσχειν [00051]
πάσχουσιν [00088]
Πατρὶ [00148]
πατριάρχης [00003] [00062]
Πατρὸς [00146]
Παῦλος [00019]
πείρας [00087]
πειρασόμεθα [00086]
πένησιν [00117]
πενήτων [00109]
Πεντηκοστῆς [00003]
περὶ [00013]
περιγίνεται [00043]
περιγίνονται [00051]
περιεστῶτας [00113]
περίκεινται [00009]
περιπεφραγμένα [00039]
περιῤῥεῖ [00092]
περιῤῥεόντων [00073]
περιῤῥέουσι [00092]
περιστρέφῃ [00133]
πικρότερα [00059]
πίπτοντας [00125]
πλάτος [00137]
πλείονος [00094]
πλείων [00081]
πλεονέκτημα [00015]
πλεονεκτοῦσι [00012]
πλευρὰ [00058] [00079]
πλευρὰς [00057] [00079]
πληγὰς [00051]
πληγάς [00056]
πλήθει [00039]
πλήρωμα [00031]
πληττόμενος [00052] [00055]
πλοῦτον [00119]
Πνεύματι [00146] [00148]
ποιεῖν [00051]
ποιῆσαι [00090]
ποιήσει [00146]
ποίησον [00127]
ποιήσωμεν [00145]
ποικιλίᾳ [00145]
ποιοῦντες [00138]
ποιοῦσιν [00122]
πόλει [00092]
πολεμιστὴν [00052]
πολέμοις [00049]
πόλεμον [00052]
πόλεμος [00034]
πολέμου [00036] [00092]
πολεμοῦντες [00033]
πολέμῳ [00038]
πολιορκούσης [00071]
πολλὰ [00039] [00092] [00131]
πολλάκις [00072]
πολλὰς [00056]
πολλὴν [00147]
πολλῆς [00080] [00093] [00093] [00101]
πολλῷ [00073] [00092] [00101]
πολὺ [00081]
πόνους [00113] [00115]
πόνων [00081] [00115]
ποτέ [00038]
που [00066]
πράγματι [00031]
πραγμάτων [00046]
πρὸ [00010] [00012] [00081] [00102] [00126] [00126] [00126]
προηγουμένων [00089]
προθυμίᾳ [00142]
προκειμένην [00113]
προκειμένων [00082]
πρὸς [00025] [00029] [00068] [00068] [00080] [00093] [00115] [00132] [00136]
προσέδησαν [00057]
προσευχῆς [00130]
πρόσεχε [00116]
προσηκούσης [00071]
προσκυνήσαντες [00094]
προτέρων [00059]
πτώματα [00039]
πυκτεύοντας [00144]
πῦρ [00070] [00113]
πυρετοῦ [00069] [00071]
πυρί [00108]
πῶς [00025] [00044]


ῥᾳδίως [00136]
ῥέοντος [00059]
ῥημάτων [00071]
ῥιπτομένους [00143]
ῥῖψον [00109]
ῥόδων [00060]
ῥοπῇ [00088]
ῥύακες [00039]
ῥυάκων [00073]


σαρκί [00021]
σαρκῶν [00059]
σαφῶς [00087]
σβέσον [00111]
σε [00040] [00128] [00131] [00131]
Σεραφίμ [00093]
σήμερον [00134]
σιγήσομεν [00086]
σιδηρᾶν [00062]
σιδηρᾶς [00058] [00134]
σίδηρον [00055]
σκηνὰς [00148]
σοφίαν [00025]
σοφίας [00028]
σπινθήρων [00071]
σταγόνας [00059]
στάδιον [00022]
στεφανῖται [00068]
στέφανος [00017]
στεφανουμένους [00125]
στεφανοῦντα [00113]
στεφάνους [00113]
στεφανωθέντες [00012]
στήθη [00058]
στήσειε [00052]
στρατιῶται [00122]
στρατιωτῶν [00039]
Στρατόπεδα [00039]
στρωμνῆς [00133] [00134]
Σὺ [00062]
σὺ [00107] [00109] [00111] [00127]
συγχορευτὰς [00101]
συλλογῇ [00116]
σύμμαχον [00132]
συμμορφοῦσθαι [00080]
συμπλέκονται [00051]
συμφορᾶς [00025]
σὺν [00146]
συνάπτονται [00004]
συνδούλους [00090]
συνεχῶς [00147]
συνῆλθον [00032]
συντρέχουσιν [00091] [00092]
σφαγὰς [00124]
σχίζοντες [00057]
σῶμα [00009] [00073]
σώμασιν [00069] [00071]
σώματα [00010] [00011] [00057] [00073] [00108]
σώματι [00042] [00052] [00101]
σωμάτων [00059]
σωτηρίαν [00068]
σωτηρίας [00029]
σωτήριον [00075]


Τὰ [00088]
τὰ [00010] [00011] [00012] [00021] [00025] [00034] [00035] [00037] [00039] [00046] [00054] [00060] [00069] [00071] [00073] [00075] [00092] [00093] [00093] [00108] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00115] [00123] [00126]
ταῖς [00109]
ταλαιπωρίαν [00121]
τὰς [00033] [00051] [00051] [00053] [00057] [00059] [00059] [00065] [00113] [00113] [00113] [00123] [00124] [00124] [00126] [00137] [00138] [00138] [00139] [00142] [00146] [00148] [00148]
ταῦτα [00036] [00044] [00046] [00071] [00083] [00088] [00112]
ταύτῃ [00065]
ταύτην [00040] [00051] [00136]
ταύτης [00047] [00063] [00066] [00087] [00099] [00135] [00145]
ταυτὸν [00052]
τε [00086]
τελευτὴ [00018]
τελούμενα [00035]
τεταμένην [00062]
τεταμένους [00143]
τέχνης [00142]
τῇ [00021] [00092] [00116] [00116] [00143] [00145] [00146]
τηγάνων [00143]
τηκομένων [00059]
τὴν [00003] [00019] [00029] [00034] [00035] [00039] [00040] [00051] [00052] [00056] [00071] [00071] [00072] [00086] [00089] [00092] [00099] [00100] [00101] [00111] [00113] [00120] [00120] [00120] [00120] [00121] [00121] [00121] [00121] [00135] [00136] [00136] [00137] [00145] [00147] [00148]
τῆς [00003] [00003] [00010] [00010] [00012] [00013] [00023] [00025] [00028] [00028] [00039] [00046] [00047] [00058] [00070] [00071] [00071] [00075] [00081] [00087] [00092] [00100] [00101] [00101] [00111] [00116] [00120] [00120] [00121] [00121] [00131] [00134] [00135] [00137] [00137] [00139] [00145] [00147]
Τί [00026] [00038] [00067]
τί [00008] [00047] [00048]
τι [00013]
τιθείς [00031]
τιμὴ [00081] [00095]
τιμῇ [00013]
τιμὴν [00025]
τιμωρίας [00137] [00139] [00142]
τινὰς [00092]
τίνες [00069]
τινες [00071]
τινὸς [00051] [00142] [00147]
τινος [00142]
τινῶν [00073]
Τίς [00043] [00080]
τις [00052] [00099]
τὸ [00014] [00015] [00022] [00025] [00025] [00028] [00028] [00031] [00038] [00051] [00051] [00054] [00070] [00073] [00074] [00075] [00076] [00078] [00086] [00102] [00113] [00132] [00137] [00144]
τοιαῦτα [00073]
τοιαύτας [00146]
τοίνυν [00082] [00143]
τοιούτων [00082]
τοῖς [00004] [00004] [00021] [00039] [00049] [00051] [00051] [00051] [00069] [00071] [00084] [00117] [00139]
τοίχοις [00139]
τὸν [00005] [00025] [00027] [00030] [00039] [00052] [00055] [00068] [00070] [00072] [00073] [00090] [00091] [00093] [00093] [00093] [00094] [00101] [00101] [00113] [00118] [00119] [00119] [00132] [00135] [00144]
τοσούτων [00056]
τοῦ [00010] [00012] [00015] [00021] [00022] [00022] [00025] [00028] [00043] [00043] [00043] [00043] [00046] [00052] [00054] [00058] [00059] [00071] [00073] [00079] [00080] [00094] [00094] [00103] [00118] [00146] [00147] [00148]
τοὺς [00001] [00001] [00025] [00053] [00080] [00081] [00090] [00101] [00110] [00113] [00113] [00113] [00113] [00115] [00125] [00125] [00126] [00134] [00143] [00143] [00143] [00143] [00144] [00144] [00144] [00148]
Τοῦτο [00074]
τοῦτο [00006] [00008] [00012] [00014] [00015] [00025] [00078] [00086] [00095]
τοῦτον [00025]
τούτου [00102] [00142]
τούτους [00080] [00100]
τούτων [00092]
τραύματα [00052] [00054] [00071] [00092] [00123]
τραυμάτων [00011]
τρισάγιον [00101]
τρόπαια [00092]
τρόπαιον [00052] [00054]
τροχὸν [00143]
τρυφῆς [00107]
τυραννίδος [00051]
τύραννοί [00042]
τυράννων [00041]
τῷ [00001] [00011] [00011] [00027] [00038] [00039] [00042] [00052] [00057] [00080] [00108] [00128] [00145] [00146] [00146] [00148] [00148]
τῶν [00003] [00011] [00011] [00011] [00013] [00021] [00023] [00024] [00025] [00031] [00033] [00034] [00035] [00037] [00039] [00041] [00041] [00042] [00042] [00048] [00056] [00056] [00056] [00058] [00059] [00059] [00059] [00060] [00068] [00068] [00071] [00071] [00071] [00073] [00073] [00075] [00081] [00081] [00083] [00086] [00092] [00092] [00093] [00094] [00099] [00100] [00100] [00100] [00101] [00101] [00109] [00115] [00116] [00126] [00126] [00126] [00128] [00137] [00139] [00145] [00147] [00147] [00148]


ὑμᾶς [00135]
ὑμεῖς [00101]
Ὑμεῖς [00096]
ὑμετέραν [00019]
ὑμῖν [00086] [00086]
ὕμνον [00101]
ὑμῶν [00021]
ὑπέκειντο [00069]
ὑπὲρ [00021] [00058] [00099]
ὑπερβαίνει [00046] [00086]
ὑπερβαίνουσα [00081]
ὑπεστρωμένων [00134]
ὕπνος [00129]
ὑπὸ [00072] [00143]
ὑπογράψαι [00142]
ὑποδεξάμενοι [00148]
ὑποδεχθῆναι [00148]
ὑπόθεσιν [00023]
ὑποκειμένης [00134]
ὑστερήματα [00021]


Φέρε [00040]
φέρονται [00039]
φησὶ [00096]
φησὶν [00013] [00084]
φθορὰ [00020]
φθορᾶς [00023]
φιλανθρωπίᾳ [00148]
φίλοι [00096]
φίλους [00095]
φιλοφροσύνης [00094]
φίλων [00099]
φλόγα [00111]
φλογὸς [00071]
φοβερὰ [00045]
Φορτικὰ [00112]
φράττονται [00049]
φρικτόν [00038]
φρικωδέστερα [00036] [00044]
φρίττωμεν [00082] [00082]
φύσεως [00013]
φύσιν [00007] [00034] [00045] [00046]
φυτά [00075]


Χαίρω [00021]
χάριν [00071]
χάρισμα [00028]
χάριτι [00148]
χάριτός [00046]
χεῖρας [00051] [00053]
χειρὸς [00142]
χείρων [00003]
Χερουβὶμ [00093] [00101]
χερσὶ [00109] [00113]
χορεύοντες [00033]
χοροὶ [00035]
χορὸν [00031] [00101]
χορὸς [00003] [00032]
χορῷ [00011] [00011]
χορῶν [00100]
χρήματα [00109]
χρημάτων [00116] [00142]
χρήσασθαι [00142]
χρηστὰ [00113]
Χριστὸν [00148]
Χριστόν [00090] [00113]
Χριστὸς [00014] [00030]
Χριστοῦ [00010] [00021] [00080] [00148]
Χριστῷ [00019]


ψάλλοντες [00101]
ψυχαὶ [00056]
ψυχῇ [00143]
ψυχὴν [00099]


ὧν [00132] [00148]
ὡς [00011] [00036] [00085] [00086] [00095] [00095] [00144]
ὥσπερ [00033] [00033] [00073] [00147]
ὥστε [00017] [00135]
Ὥστε [00012] [00022]